Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.21 | Dem. 20.25 (English) | >>Dem. 20.28 |
20.24οὕτω τοίνυν τινές , ὦ ἄνδρες Ἀθηναῖοι , σφόδρʼ ἔχουσʼ ἀλογίστως ὥστʼ ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτʼ οὐδέν , ἄλλα δὲ τοιαδί , ὡς ἄρα δεινόν , εἰ ἐν κοινῷ μὲν μηδʼ ὁτιοῦν ὑπάρχει τῇ πόλει , ἰδίᾳ δέ τινες πλουτήσουσʼ ἀτελείας ἐπειλημμένοι . ἔστι δὲ ταῦτʼ ἀμφότερʼ οὐχὶ δίκαιον λέγειν . εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν , οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν · εἰ δʼ ὑφῃρημένον φήσουσιν ἤ τινʼ ἄλλον οὐχ ὃν προσήκει τρόπον , εἰσὶ νόμοι καθʼ οὓς προσήκει κολάζειν . ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν , οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον .
20.25καὶ μὴν περὶ τοῦ γε μὴ εἶναι χρήματα κοινὰ τῇ πόλει , ἐκεῖνʼ ὑμᾶς δεῖ σκοπεῖν , ὅτι οὐδὲν ἔσεσθʼ εὐπορώτεροι , τὰς ἀτελείας ἐὰν ἀφέλησθε · οὐ γὰρ κοινωνεῖ ταῖς δημοσίαις προσόδοις καὶ περιουσίαις ταῦτα τἀναλώματʼ οὐδέν . χωρὶς δὲ τούτων νυνὶ τῇ πόλει , δυοῖν ἀγαθοῖν ὄντοιν , πλούτου καὶ τοῦ πρὸς ἅπαντας πιστεύεσθαι , ἐστὶ τὸ τῆς πίστεως ὑπάρχον . εἰ δέ τις οἴεται δεῖν , ὅτι χρήματʼ οὐκ ἔχομεν , μηδὲ δόξαν ἔχειν ἡμᾶς χρηστήν , οὐ καλῶς φρονεῖ . ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖς , μάλιστα μὲν ἡμῖν καὶ χρήματα πολλὰ γενέσθαι , εἰ δὲ μή , τό γε πιστοῖς εἶναι καὶ βεβαίοις δοκεῖν διαμεῖναι .
φέρε δὴ καὶ τὰς εὐπορίας , ἃς ἀναπαυομένους τινὰς εὐπορήσειν οὗτοι φήσουσιν , εἰς δέον ὑμῖν γιγνομένας δείξω . ἴστε γὰρ δήπου τοῦθʼ ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστʼ ἀτελὴς οὐδὲ τῶν εἰσφορῶν τῶν εἰς τὸν πόλεμον . οὔκουν ὁ πολλὰ κεκτημένος , οὗτος , ὅστις ἂν ᾖ , πόλλʼ εἰς ταῦτα συντελεῖ ; πᾶσʼ ἀνάγκη . καὶ μὴν ὅτι δεῖ τὴν εὐπορίαν εἰς ταῦθʼ ὑπάρχειν πλείστην τῇ πόλει , πάντες ἂν ὁμολογήσειαν · παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιῶν δαπάνας ἡμέρας μέρος μικρὸν ἡ χάρις τοῖς θεωμένοις ἡμῶν , παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει .
20.26
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.21 | Dem. 20.25 (English) | >>Dem. 20.28 |